English title
Judges
Greek title
Κριταί
Latin title
Judices
Language
Greek
Year
700 BC
Geography
Israel
Group
LXX Historiographies
Name
Judges
Certain authorship
No
Ethnicity
Jewish
Gender
Male
Primary
Secondary
Tertiary
Quaternary
TLG genre
Primary
Historica
Secondary
Religiosa
Alternative genre
Primary
Prose
Secondary
Historiography
Tertiary
Theology
Document ID
first1k_tlg0527.tlg008.opp-grc2
TLG Work ID
tlg008
TLG Author ID
tlg0527
Original text from The First1KGreek Project. See the about page for more information on how to cite the curated database.
If you have any comments or suggestions for this metadata, contact the project PI. More info here.
ΚΡΙΤΑΙ ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς; καὶ εἶπεν Κύριος Ἰούδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν τῇ χερὶ αὐτοῦ. καὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ Ἀνάβηθι μετ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ μου. καὶ ἐπορεύθη μετ αὐτοῦ Συμεών. καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν, καὶ ἔκοψαν αὐτοὺς ἐν Βέ χιλιάδας ἀνδρῶν, καὶ κατέλαβον τὸν Ἀδωνιβέζεκ ἐν τῇ παρετάξαντο πρὸς αὐτόν· καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ καὶ ἔφυγεν Ἀδωνιβέζεκ· καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτόν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ. καὶ εἶπεν Ἀδωνιβέζεκ Ἑβδομηκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἄγουσιν αὐτὸν εἰς καὶ ἀπέθανεν ἐκεῖ. Καὶ ἐπολέμουν οἱ υἱοὶ Ἰούδα τήν Ἰερουσαλήμ, καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα τοῦ πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν. καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθεν Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαρβοξέφερ· καὶ ἐπάταξαν τὸν Σεσσεὶ καὶ Ἀχιναὰν καὶ Θολμείν, γεννήματα τοῦ καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τούς κατοικοῦντας Δαβείρ· τὸ τῆς Δαβεὶρ ἢν ἔμπροσθεν Καριασσῶφαρ, πόλις γραμμάτων. καὶ εἶπεν Χαλέβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ἀζὰ θυγατέρα μου εἰς καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χαλὲβ ὁ νεώτερος· καὶ ἔδωκεν αὐτῷ Χαλὲβ τὴν Ἀζὰ θυγατέρα αὐτοῦ εἰς καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν· καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλέβ Τί ἐστίν σοι; καὶ εἶπεν αὐτῷ Ἀσχά Δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν οὐτῇ Χαλὲβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν. Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κειναίου τοῦ γαμβροῦ Μωυσέως ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ἰούδα, ἤ ἐστιν ἐπὶ καταβάσεως Ἀράδ· κατῴκησαν μετὰ τοῦ λαοῦ. καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψεν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ, καὶ ἐξωλέθρευσαν αὐτούς· καὶ ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα. καὶ οὐκ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀσκάλωνα οὐδὲ τὰ δρία αὐτῆς, οὐδὲ τὴν Ἀκκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς. καὶ ἦν κύριος μετὰ Ἰούδα· καὶ ἐκληρονόμησεν τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ῥηχὰβ διεστείλατο αὐτοῖς. καὶ ἔδωκαν τῷ Χαλὲβ τὴν Χεβρών, καθὼς ἐλάλησεν Μωσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ. καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἰερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμείν· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμεὶν ἐν Ἰερουσαλὴμ ἕως τῆς ταύτης. Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωδὴφ καί γε αὐτοὶ εἰς καὶ κύριος ἦν μετ αὐτῶν. καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν Λοῦζα.
(... and ~579 more lines)