Theogony

Hesiod


Work

English title

Theogony

Greek title

Θεογονία

Latin title

Theogonia

Language

Greek

Year

650 BC

Geography

Greece

Author

Name

Hesiod

Certain authorship

Yes

Gender

Male

Genres

Primary

Secondary

Tertiary

Quaternary

TLG genre

Primary

Epica

Alternative genre

Primary

Poetry

Secondary

Lyric

Tertiary

Poem

Other

Document ID

perseus_tlg0020.tlg001.perseus-grc2

TLG Work ID

tlg001

TLG Author ID

tlg0020

Original text from Perseus Digital Library.

If you have any comments or suggestions for this metadata, contact the project PI. More info here.


Text extract

Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν, αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος. καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν. ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων. αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον, ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα, ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι. ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι· καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων, σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν. ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων. δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος. αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο. τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων· ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου. ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά. πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι. αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει, αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν, κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς. ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι, ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν· τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.

(... and ~239 more lines)