English title
Epigrams
Greek title
Ὁμήρου ἐπιγράμματα
Latin title
Epigrammata
Language
Greek
Year
700 BC
Geography
Greece
Name
Homer
Certain authorship
No
Gender
Male
Primary
Secondary
Tertiary
Quaternary
TLG genre
Primary
Epigrammatica
Alternative genre
Primary
Poetry
Secondary
Lyric
Document ID
perseus_tlg0012.tlg003.perseus-grc1
TLG Work ID
tlg003
TLG Author ID
tlg0012
Original text from Perseus Digital Library. See the about page for more information on how to cite the curated database.
If you have any comments or suggestions for this metadata, contact the project PI. More info here.
Αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο, οἳ πόλιν αἰπεινήν, Κύμην ἐριώπιδα κούρην, ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο, ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο, Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. Αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν· τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη. Χαλκέη παρθένος εἰμί, Μίδεω δ ἐπὶ σήματι κεῖμαι· ἔστ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, ἠέλιος τ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη, καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα, αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου ἀγγελέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται. Οἵῃ μ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι, νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων. ἥν ποτ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων, ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα, Αἰολίδα Σμύρνην ἁλιγείτονα, ποντοτίνακτον, ἥντε δι ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος· ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα. ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν. οἳ δ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς, ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις, ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον. κῆρα δ ἐγώ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ, τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ· οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει δῆμον ἐς ἀλλοδαπῶν ἰέναι, ὀλίγον περ ἐόντα. Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ, οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν. Κλῦθι, Ποσείδαον, μεγαλοσθενές, ἐννοσίγαιε, εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος, δὸς δ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι ναύταις, οἳ νηὸς πομποὶ ἠδ ἀρχοὶ ἔασι· δὸς δ ἐς ὑπωρείην ὑψικρήμνοιο Μίμαντος αἰδοίων μ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι, φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν. Πότνια Γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου, ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης, τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾽, οἷς ἐχολώθης. Ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ πτωκάσιν αἰθυίῃσι, βίον δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μέτ ὄπις ξενίου Διός, ὅς κ ἀλίτηται. Ὑμέας, ὦ ξεῖνοι, ἄνεμος λάβεν ἀντίος ἐλθών· ἀλλ ἐμὲ νῦν δέξασθε, καὶ ὁ πλόος ἔσσεται ὑμῖν. Ἄλλη τίς σευ πεύκη ἀμείνονα καρπὸν ἵησιν Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης, ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν ἔσσεται, εὖτ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι. Γλαῦκε, βοτῶν ἐπίοπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω· πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ αὐλείῃσι θύρησι δοῦναι· τὼς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. Κλῦθί μευ εὐχομένου, Κουροτρόφε, δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν· ἣ δ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ. Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος, ἵπποι δ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης, χρήματα δ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσιν ὁρᾶσθαι· αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι ἤματι χειμερίῳ, ὁπότ ἂν νίφῃσι Κρονίων. Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες. δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου. εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι, πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ ἀγυιαῖς, πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.
(... and ~12 more lines)