English title
Shield of Heracles
Greek title
Ἀσπίς
Latin title
Scutum
Language
Greek
Year
650 BC
Geography
Greece
Name
Hesiod
Certain authorship
No
Gender
Male
Primary
Secondary
Tertiary
Quaternary
TLG genre
Primary
Epica
Alternative genre
Primary
Poetry
Secondary
Lyric
Tertiary
Poem
Document ID
perseus_tlg0020.tlg003.perseus-grc2
TLG Work ID
tlg003
TLG Author ID
tlg0020
Original text from Perseus Digital Library. See the about page for more information on how to cite the curated database.
If you have any comments or suggestions for this metadata, contact the project PI. More info here.
ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος· ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι. τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης. ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην, ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων· ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους. ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης, πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων. τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν· τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν. τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες, Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι. ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς. ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα· αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ· αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως, ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε. οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν. ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης. ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην· τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα, δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην· τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι, τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι, κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα, τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων. ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον. εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο, τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο, ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων. ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν. ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων· αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην. πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ· πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου; κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον· ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων· ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον, οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον, ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον.
(... and ~103 more lines)