English title
Homeric Hymns 28. To Athena
Greek title
Εἰς Ἀθηνᾶν
Latin title
In Minervam
Language
Greek
Year
600 BC
Geography
Greece
Name
Homer
Certain authorship
No
Gender
Male
Primary
Secondary
Tertiary
Quaternary
TLG genre
Primary
Hymnus
Alternative genre
Primary
Poetry
Secondary
Lyric
Document ID
perseus_tlg0013.tlg028.perseus-grc2
TLG Work ID
tlg028
TLG Author ID
tlg0013
Original text from Perseus Digital Library. See the about page for more information on how to cite the curated database.
If you have any comments or suggestions for this metadata, contact the project PI. More info here.
Εἲς Ἀθήναν Παλλάδ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ ἀείδειν γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε ἔχουσαν, χρύσεα, παμφανόωντα· σέβας δ ἔχε πάντας ὁρῶντας ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο ἐσσυμένως ὤρουσεν ἀπ ἀθανάτοιο καρήνου, σείσασ ὀξὺν ἄκοντα· μέγας δ ἐλελίζετ Ὄλυμπος δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα σμερδαλέον ἰάχησεν· ἐκινήθη δ ἄρα πόντος, κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ ἅλμη ἐξαπίνης· στῆσεν δ Ὑπερίονος ἀγλαὸς υἱὸς ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη εἵλετ ἀπ ἀθανάτων ὤμων θεοείκελα τεύχη Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο· αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ ἀοιδῆς.